Καύσωνας : Αυτή είναι η ειδική προσευχή της Εκκλησίας μας

 

Καύσωνας : Αυτή είναι η ειδική προσευχή της Εκκλησίας μας

Καύσωνας : Αυτή είναι η ειδική προσευχή της Εκκλησίας μας

 

Αναλυτικά η προσευχή που δημοσίευσε ο Μητροπολίτης Μάνης Χρυσόστομος:

Κύριε ὁ Θεός ἡμῶν, ὁ Παντοδύναμος καί Πολυέλεος, ὁ πάσης ὁρατῆς τε καί ἀοράτου κτίσεως δημιουργός, ὁ τῷ σῷ κράτει συνέχων τήν κτίσιν καί τῇ σῇ προνοίᾳ διοικῶν τόν κόσμον, ὁ πάσης ἀγαθότητος χορηγός, Αὐτός, ὁ μέγας καί θαυμαστός ἔπιδε ἐφ’ ἡμᾶς τούς ἀθλίους δούλους σου ὅτι κατ’ αὐτάς ὑπό τοῦ καύσωνος, οὐ μόνον ἐν ἡμέρᾳ, ἀλλά καί κατά νύκτα δεινῶς κατατρυχόμεθα, ὑποφέρομεν καί θλιβόμεθα.

Διαβάστε Επίσης  Ο Αγιος Γεώργιος τον σκουντούσε λέγοντας: “Σήκω, η ώρα πέρασε”

Ναί, Κύριε ἐνώπιόν σου, ἡμάρτομεν, ἠνομήσαμεν καί ἠδικήσαμεν ἅπαντες καί οἴδαμεν ὅτι πᾶσα ἡ κτίσις συστενάζει καί συνωδίνει ἄχρι τοῦ νῦν καί ἐπικράτησις ἰδιαιτέρων ὑψηλῶν θερμοκρασιῶν καί ηὐξημένος κίνδυνος θερμικῆς καταπονήσεως ἐνυπάρχει καί ἐπιβουλή δυσκρασίας ἀέρων πλήττουσα ἀνθρώπους, ζῶα τε καί πτηνά καί πάντα τά φυόμενα ἐπί τῆς γῆς.

 

Διό Κύριε, ὁ μή βουλόμενος τόν θάνατον τοῦ ἁμαρτωλοῦ ἀλλά ἀναμένων αὐτοῦ τήν ἐπιστροφήν καί μετάνοιαν ἐπάκουσον ἡμῶν δεομένων σου καί τήν δικαίαν σου ὀργήν ἀπόστρεψον ἀφ’ ἡμῶν καί ρῦσαι ἡμᾶς ἐκ πάσης καταστροφῆς, συμφορᾶς καί ἀσθενείας ἐκ τοῦ παρόντος καύσωνος προσγενομένης.

Διαβάστε Επίσης  ΠΡΟΣΕΥΧΗ ΑΙΤΗΜΑΤΟΣ ΠΡΟΣ ΤΟ ΑΓΙΟ ΠΝΕΥΜΑ

Παῦσον τόν βλαβερόν καύσωνα καί ἀπόστειλον δρόσον καί αὔραν καί δός εὐκρασίαν ἀέρων καί ἀφθονίαν ἀγαθῶν.

 

Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πηγή

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *